Ancient Greek · ~3 min
Chapter 12
Methodius, De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235) 12.3
Not analysed yet
ἓξ ἡμέραι συμπεραιοῦνται (ἑξακισχιλιοστὸν ἄρ' ἔτος φασὶν ἀπὸ Ἀδὰμ εἰς δεῦρο συντείνειν· τῇ γὰρ ἑβδομάδι τῷ ἑπτακισχιλιοστῷ ἔτει κρίσιν ἀφίξεσθαί φασιν). οὐκοῦν αἱ πᾶσαι ἡμέραι δέκα καὶ τρεῖς ἀφ’ ἡμῶν ἕως εἰς τὴν ἐν ἀρχῇ, ἐν ᾖ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, μετροῦνται. ὧν ὁ θεὸς άνώτερον κατὰ τὴν σφῶν αὐτῶν ἄνοιαν οὐδὲν ούδαμῶς ἐγεγύμνωτο τοῦ πατὴρ καὶ παντοκράτωρ εἶναι. εἰ δὲ καὶ τρισκαίδεκά εἰσιν ἡμέραι ἐν όφθαλμοῖς θεοῦ ἀπὸ γενέσεως κόσμου, πῶς φησιν ἡ ἐν τῷ Σειρὰχ σοφία »ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει; «Ταῦτά φησιν ὁ Ὠριγένης σπουδάζων, καὶ ὅρα οἷα παίζει.