Ancient Greek · ~2 min
EK ΤΟΥ <ΞΕΝΩΝΟΣ Η> ΠΕΡΙ ΤΩΝ ΓΕΝΗΤΩΝ.
Methodius, De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235) 2
Not analysed yet
ἢ οὖν πᾶσι τοῖς Ἕλλησι καὶ τοῖς ἄλλοις ἀπίστοις ταῦτα παρεβλήθη παρὰ τῶν τοῦ Χριστοῦ μαθητῶν καὶ ἐκηρύχθη, καὶ ἀπὸ τῆς ἀσεβείας μετέβαλεν αὐτοὺς εἰς τὴν εἰς Χριστὸν πίστιν ὥσπερ οὐν καὶ πιστεύοντες ὁμολογοῦμεν, καὶ οὐκέτι δύναται νοεῖσθαι τό »μὴ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων‘, ὡς ἐρρήθη· ἢ τούτου ὡς ἐλέκθη νοουμένου, ἀνάγκη ἡμᾶς λέγειν ὡς οὐδενὶ τῶν ἀπίστων, οὓς ~ἀπεικάζομεν, ἐκ τῶν ἀποστολικῶν διδαγμάτων, μαργαριτῶν δίκην τὰς ψυχὰς καταυγαζόντων, ἡ εἰς Χριστὸν πίστις καὶ ἡ τῆς ἀσεβείας ἐλευθερία γεγένηται. βλάσφημον δὲ τοῦτο.