Ancient Greek · ~2 min
Chapter 3
Methodius, De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235) 3.1
Not analysed yet
Πρὸς ὅν φησι δι' ἑτέρου προσώπου ὁ ἅγιος ἐρωτῶν, γε σοφίας καὶ δόξης καὶ συλλήβδην πάσης ἀρετῆς ἀρχὴν καὶ οὐσιωδῶς, ἀλλὰ μὴ ἐπικτήτως ἡγῇ τὸν θεόν; Ὁ δέ, Ναί. Τί δὲ πρὸς τούτοις; οὐχὶ τέλειος πάντῃ δι’ ἑαυτὸν καὶ ἀπροσδεής; Ἀληθῆ. Ἀμήχανον γὰρ τὸ ἀπροσδεὲς δι' ἕτερον εἶναί τι ἀπροσδεές; Ἀμήχανον. Πᾶν γὰρ τὸ δι' ἕτερον πλῆρες ὂν καὶ ἀτελὲς λεκτέον; Ἀνάγκη. Τὸ γὰρ αὐτὸ δι' ἑαυτὸ ἑαυτοῦ πλήρωμα ὄν καὶ αὐτὸ ἐν ἑαυτῷ μένον, τέλειον εἶναι τοῦτο μόνον δοξαστέον; Ἀληθέστατα λέγεις.