Ancient Greek · ~4 min
3.2 to 3.5
Methodius, De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235) 3.2-5
Not analysed yet
Τὸ δὲ μήτε αὐτὸ δι’ ἑαυτὸ μήτε αὐτὸ ἑαυτοῦ πλήρωμα ὂν φαίης ἂν ἀπροσδεές; Ούδαμῶς. Οὐκ ἄρα ὁ θεὸς τέλειος διά τι νομισθήσεται · ὃ γὰρ διά τι τέλειόν ἐστιν, αὐτὸ καθ’ ἑαυτὸ ἀτελὲς ἀνάγκη τυγχάνειν. Ἀνάγκη. Οὐκοῦν καὶ ὁ θεὸς αὐτὸς δι' ἑαυτὸν τέλειος, ἀλλ’ οὐ δέ ἕτερον λογισθήσεται; Ὀρθότατα. Ἕτερον θεὸς κόσμου, καὶ ἕτερον κόσμος θεοῦ; Παντελῶς. Οὐκ ἄρα τέλειον φατέον καὶ δημιουργὸν καὶ παντοκράτορα διὰ κόσμον τὸν θεόν; Οὔ. Ὅπως δι’ ἑαυτόν, ἀλλὰ μὴ διὰ κόσμον, καὶ ταῦτα τρεπτόν, αὐτὸς καθ’ ἐαυτὸν τέλειος εὑρίσκοιτο. Προσηκόντως. Τί δέ; τὸν πλούσιον διὰ τὸν πλοῦτον λεκτέον πλούσιον; Ὀρθῶς. Καὶ τὸν σοφὸν κατὰ μετοχὴν τῆς οὐσιώδους σοφίας, οὐκ αὐτὸν σοφίαν ὄντα, σοφὸν προσαγορευτέον; Ναί. Τί δέ; καὶ τὸν θεόν, ἕτερον ὄντα κόσμου, διὰ κόσμον ταύτῃ πλούσιον καὶ εὐεργέτην καὶ δημιουργὸν κλητέον; Ἄπαγε, οὐδαμῶς. Οὐκοῦν αὐτὸς ἑαυτοῦ πλοῦτος καὶ δι' ἑαυτὸν πλούσιος καὶ δυωατὸς τυγχάνει; Ἐοικεν. Ἦν ἄρα καὶ πρὸ κόσμου πάντῃ ἀπροσδεὴς ὢν καὶ πατὴρ καὶ παντοκράτωρ καὶ δημιουργός, ὅπως αὐτὸς δι᾿ ἑαυτόν ἀλλὰ μὴ ετερον ταυτα ῃ; Ἀνάγκη.