Ancient Greek · ~2 min
Chapter 5
Methodius, De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235) 5
Not analysed yet
Καί μοι φαθὶ καὶ ὧδε. γενητὸν τὸ μὴ γενέσεως ἔχον ἀρχὴν φαίης ἄν; Οὐ δῆτα· εἰ γὰρ μὴ ὑποπίπτει γενέσεως ἀρχῇ, ἐξ ἀνάγκης ἀγένητόν ἐστιν. Εἰ δὲ γέγονεν, ὑπὸ αἰτίου τινὸς δίδως αὐτὸ γεγονέναι· πάντῃ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν; Ἀδύνατον. Κόσμον δὴ οὖν, καὶ ὅσα ἐν αὐτῷ μῶν ἄλλου τινὸς ἢ θεοῦ δημιουργοῦντος φήσομεν γεγονέναι ὕστερον, πρότερον οὐκ ὄντα; Δῆλον ὅτι θεοῦ. Ἀδύνατον γὰρ τὸ γενέσεως ἀρχῇ περιορισθὲν συναπέραντον εἶναι τῷ ἀπεράντῳ; Ἁδύνατον.