Ancient Greek · ~1 min
ΠΕΡΙ ΘΕΟΥ ΚΑΙ ΥΛΗΣ
Methodius, De Libero Arbitrio 1
Not analysed yet
ΟΡΘΟΔ. Ὅτι μὲν οὖν ἀδύνατον ὑπάρχειν ἀγένητα δύο ἄμα, οὐδὲ σὲ ἀγνοεῖν νομίζω, εἰ καὶ τὰ μάλιστα δοκεῖς προλαβὼν τοῦτο προστεθεικέναι τῷ λόγῳ, τὸ πάντως ἐξ ἀνάγκης τὸ ἕτερον δεῖν λέγειν, ἢ ὅτι κεχώρισται τῆς ὕλης ὁ θεός, ἢ οὖ πάλιν ὅτι ἀμέριστος αὐτῆς τυγχάνει.