Ancient Greek · ~2 min
Chapter 12
Methodius, De Libero Arbitrio 12.5
Not analysed yet
ἐξ ὧν ἡ ὕλη συνετέθη, οὐκ ἔσται δύο καὶ μόνα τὰ ἀγένητα. —δοκεῖ δέ σοι μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντικεῖσθαι; ΕΤΑΙΡ. Δοκεῖ. ΟΠΘΟΔ. Ἀντίκειται δὲ τῷ πυρὶ τὸ ὕδωρ; ΕΤΑΙΡ. Ἀντικεῖσθαί μοι φαίνεται. ΟΡΘΟΔ. Ὁμοίως δὲ καὶ τῷ φωτὶ τὸ σκότος καὶ τῷ ψυχρῷ τὸ θερμόν, περὸς δὲ τούτοις καὶ τῷ ξηρῷ τὸ ὑγρόν; ΕΤΑΙΡ. Οὕτως ἔχειν μοι δοκεῖ. ΟΡΘΟΔ. Οἰκοῦν εἰ μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντίκειται, ἀλλήλοις δὲ ταῦτα ἀντίκειται, οὐκ ἔσονται ὕλη μία, οὐδὲ μὴ ἐξ ὕλης μιᾶς. —ὅμοιον δέ τινα τούτῳ λόγον πάλιν πυθέσθαι βούλομαι.