Ancient Greek · ~3 min
12.6 to 12.7
Methodius, De Libero Arbitrio 12.6-7
Not analysed yet
δοκεῖ σοι τὰ μέρη μὴ ἀναιρετικὰ τυγχάνειν ἀλλήλων; ΕΤΑΙΡ. Δοκεῖ. ΟΡΘΟΔ. Εἶναι δὲ τῆς ὕλης μέρη τό τε πῦρ καὶ τὸ ὕδωρ, ὡσαύτως δὲ καὶ τὰ λοιπά; ΕΤΑΙΡ. Οὕτως ἔχω. ΟΡΘΟΔ. Τί δέ; οὐ δοκεῖ σοι ἀναιρετικὸν μὲν εἶναι τοῦ πυρὸς τὸ ὕδωρ, τοῦ δὲ σκότους τὸ φῶς, καὶ τὰ ἄλλα ὅσα τούτοις παραπλήσια; ΕΤΑΙΡ. Δοκεῖ. ΟΡΘΟΔ. Οὐκοῦν εἰ τὰ μέρη οὐκ ἔστιν ἀλλήλων ἀναιρετικά, ταῦτα δὲ ἀλλήλων ἀναιρετικὰ τυγχάνει, οὐκ ἔσται ἀλλήλων μέρη· εἰ δὲ οὐκ ἔστιν ἀλλήλων μέρη, οὐκ ἔσονται ὕλης μιᾶς. ἀλλὰ μὴν οὐδ᾿ αὐτὰ ἔσονται. ὕλη, τῷ μηδέν τι τῶν ὄντων αὐτὸ ἑαυτοῦ ἀναιρετικὸν ὑπάρχειν κατὰ τὸν τοῦ ἀντικειμένου λόγον.