Ancient Greek · ~2 min
Chapter 12
Methodius, De Libero Arbitrio 12.8
Not analysed yet
οὐδὲ γάρ ἐστί τι αὑτῷ ἀντικείμενον· τὰ γὰρ ἀντικείμενα ἑτέροις ἀντικεῖσθαι πέφυκεν. οἷον τὸ λευκὸν αὐτὸ ἑαυτῷ οὐκ ἀντίκειται, πρὸς δὲ τὸ μέλαν ἀντικείμενον λέγεται· καὶ τὸ φῶς ὁμοίως αὐτὸ ἑαυτῷ μὴ ἀντικεῖσθαι δείκνυται, πρὸς δὲ τὸ σκότος οὕτως ἔχον φαίνεται, καὶ ἄλλα γοῦν ὁμοίως πλεῖστα ὅσα. εἰ τοίνυν καὶ ὕλη μία τις ἦν, οὐκ ἂν αὐτὴ ἑαυτῇ ἀντέκειτο. οὕτως δὲ τῶν ἀντικεμένων ἐχόντων τὸ μὴ εἶναι τὴν ὕλην δείκνυται.