Ancient Greek · ~2 min
Chapter 16
Methodius, De Libero Arbitrio 16.3
Not analysed yet
τοῦτο γὰρ αὐτῷ καὶ μέγιστον πρὸς τοῦ θεοῦ κεχαρίσθαι λέγω. [ὅτι] τὰ μὲν γὰρ ἄλλα πάντα ἀνάγκῃ δουλεύει τῷ θείῳ προστάγματι· ἐάν τε γὰρ οὐρανὸν εἴπῃς, ἔστηκε φέρων τὸν δεσπότην, οὐ μετακινούμε- νος τοῦ ὡρισμένου τόπου· καὶ ἐάν τε περὶ ἡλίου τὸν λόγον ποιεῖσθαι θέλῃς, ἐκτελεῖ οὗτος τὴν ὡρισμένην κίνησιν, οὐ παραιτούμενος τὸν δρόμον, ἀλλὰ ἀνάγκῃ τινὶ δουλεύων τῷ δεσπότῃ. καὶ γῆν ὁμοίως πεπηγυῖαν ὁρᾷς καὶ φέρουσαν τὸ πρόσταγμα τοῦ κεκελευκότος.