Ancient Greek · ~2 min
16.4 to 16.5
Methodius, De Libero Arbitrio 16.4-5
Not analysed yet
ὁμοίως δὲ καὶ τὰ ἄλλα ἀνάγκῃ δουλεύει τῷ πεποιηκότι. οὐδ᾿ ὁπότερον αὐτῶν δυνάμενον ἕτερόν τι παρὰ τὸ εἰς ὃ γέγονεν ποιεῖν. διόπερ οὐκ ἐπαινοῦμεν ταῦτα οὕτω πειθόμενα τῷ δεσπότῃ, οὐδέ τις αὐτοῖς ἀπόκειται κρείττων ἐλπίς, ὅτι τὸ προσταχθὲν ἄκοντες ἐφύλαξαν. ἄνθρωπος δὲ τὴν ᾧ βούλεται πείθεσθαι προσέλαβεν ἐξουσίαν ἑαυτὸν δουλαγωγῶν, οὐκ ἀνάγκῃ τῆς φύσεως κρατούμενος, οὐδὲ τῆς δυνάμεως ἀφαιρούμενος· ὅπερ αὐτῷ τῶν κρειττόνων ἕνεκα κεχαρίσθαι φημί, ἵνα τι πλεῖον ὧν ἔχει προσλάβῃ παρὰ τοῦ κρείττονος, ὅπερ αὐτῷ ἐκ τῆς ὑπακοῆς προσγίνεται καὶ ὡς ὀφειλὴν ἀπαιτεῖ παρὰ τοῦ πεποιηκότος.