Ancient Greek · ~2 min
Chapter 16
Methodius, De Libero Arbitrio 16.6
Not analysed yet
οὐ γὰρ ἐπὶ βλάβῃ οὕτω γεγονέναι τὸν ἄνθρωπον φημί, ἕνεκα δὲ τῶν κρειττόνων. εἰ γὰρ ὡς ἕν τι γέγονεν τῶν στοιχείων ἢ τῶν ὁμοίως ἀνάγκῃ δουλευόντων θεῷ, οὐκέτι μισθὸν ἄξιον τῆς προαιρέσεως λαμβάνει, ἀλλ᾿ ὥσπερ ὄργανον ἂν ἦν τοῦ δημιουργοῦ, . . τὴν ἐφ᾿ οἷς οὐ καλῶς ἔπραξεν ἀλόγως μέμψιν ὑπομένων· τούτων γὰρ αἴτιος ἦν ὁ χρώμενος. ἀλλ᾿ οὐδὲ τὸ κρεῖττον ἄνθρωπος ἠπίστατο, μηδὲν ἕτερον εἰδώς, ἀλλ᾿ ἐκεῖνο μόνον εἰς ὃ πέφυκεν εἶναι.