Ancient Greek · ~2 min
Chapter 16
Methodius, De Libero Arbitrio 16.8
Not analysed yet
ὥσπερ γὰρ πατὴρ παιδὶ παραινεῖ, ἐξουσίαν ἔχοντι ἐκμανθάνειν τὰ μαθήματα καὶ <μὴ μανθάνειν>, μᾶλλον ἔχεσθαι τῶν μαθημάτων, ὅτι κρεῖττον τοῦτο μηνύων, οὐ τὴν τοῦ δύνασθαι τοῦ παιδὸς ἐξουσίαν ἀφαιρεῖ, κἂν μὴ ἑκὼν μανθάνειν βούληται, οὕτω μοι καὶ τὸν θεὸν οὐ δοκεῖ προτρέποντα τὸν ἄνθρωπον πείθεσθαι τοῖς προστάγμασιν ἀφαιρεῖν αὐτοῦ τὴν ἐξουσίαν τῆς προαιρέσεως, τοῦ δύνασθαι καὶ μὴ ὑπακούειν τοῖς προστάγμασιν.