Ancient Greek · ~2 min
Chapter 16
Methodius, De Libero Arbitrio 16.9
Not analysed yet
καὶ γὰρ τὴν ἀρχὴν τὸ οὕτως παραινεῖν ὅτι μὴ ἀφεῖλεν τὴν ἐξουσίαν μηνύει. προστάττει δέ, ἵνα τῶν κρειττόνων ἂνθρωπος ἀπολαύειν δυνηθῇ· τοῦτο γὰρ ἕπεται τῷ πεισθῆναι τῷ τοῦ θεοῦ προστάγματι. ὥστε οὐχ ἵνα τὴν ἐξουσίαν ἣν ἔδωκεν ἀφέλῃ προστάττειν βούλεται, ἀλλ᾿ ἵνα κρεῖττον δωρήσηται ὡς ἀξίῳ μειζόνων τῦχειν, ἀνθ᾿ ὧν ὑπήκουσεν τῷ θεῷ καὶ τὴν τοῦ μὴ ὑπακούειν ἐξουσίαν ἔχων. . . .