Ancient Greek
Chapter 2, lines 2.1-2.3
Methodius, De Libero Arbitrio 2.1-3
Not analysed yet
ὠς δ' ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα,
Βορέης καὶ Ζέφυρος, τώ τε Θρᾐκηθεν ἄητον,
ἐλθόντ’ ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸν
κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευαν·
οὕτω μοι καὶ χθὲς γεγονέναι δοκεῖ. κορυφαῖς γὰρ ὀρέων παραπλήσια ἑώρων κύματα, καὶ ὡς λόγον εἰπεῖν αὐτοῦ ἐφικνούμενα τοῦ οὐρανοῦ. τὸ δ' ἐντεῦθεν οὐδὲν ἕτερον προσεδόκων ἢ ἅπασαν ἐπικλυσθήσεσθαι τὴν γῆν, καί μοι φυγῆς ἐν τῷ νοὶ ἀνέπλαττον τόπον καὶ τὴν τοῦ Νῶε ἀνέπλαττον κιβωτόν. τὸ δ' οὐκ ἦν ὅ ἐνόμιζον.
ἀλλ’ ὅπου ἀνεκυρτώθη ἡ θάλασσα πάλιν ἀνελύετο εἰς ἑαυτήν, οὐχ ὑπερβαίνουσα τὸν οἰκεῖον τόπον, ὡς ἔπος εἰπεῖν θεῖόν τι πρόσταγμα πεφοβημένη.