Ancient Greek · ~2 min
Chapter 2
Methodius, De Libero Arbitrio 2.4
Not analysed yet
καὶ καθάπερ πολλάκις τῶν οἰκετῶν τις, ἄκων τι πρὸς τοῦ δεσπότου πράττειν ἀναγκαζόμενος, <μὲν προστάγματι διὰ τὸν φόβον πείθεται, ὅ δὲ πάσχει, πράττειν μὴ θέλων, λέγειν [ὅτι] οὐ τολμᾷ, δὲ ἐν ἑαυτῷ, θυμοῦ τινος πληρούμενος, οὕτω μοί πως ἐφαίνετο καὶ τὴν θάλασσαν, ὡσπερεὶ θυμουμένην καὶ ἐν ἑαυτῇ φράττουσαν τὴν ὀργήν, κρατοῦσάν τε ἑαυτῆς, οὐ βουλομένην τῷ δεσπότῃ φανερὸν ποιῆσαι τὸν θυμόν.