Ancient Greek · ~2 min
Chapter 2
Methodius, De Libero Arbitrio 2.7
Not analysed yet
καὶ τούτων τοίνυν τὴν ἐξέτασιν ποιούμενος ἑώρων παυόμενον μὲν τὸ τοῦ ἡλίου φέγγος, ἐπιλεῖπον δὲ καὶ τῆς ἡμέρας τὸ φῶς, εὐθέως δὲ γινόμενον σκότος, καὶ σελήνην διαδεχομένην τὸν ἥλιον, καὶ τὰ μὲν πρῶτα ἀνιοῦσαν μείονα, μετέπειτα δέ, προκόπτουσαν τῷ δρόμῳ, φαντασίαν παρέχουσαν μείζονος. οὐκ ἐπαυόμην δὲ καὶ περὶ ταύτης ζητῶν, καὶ τὴν αἰτίαν τῆς ἀφαιρέσεως καὶ τῆς προσθέσεως ἐνηρεύνων, ὅτι τε καὶ αὐτὴ τηρεῖ τὸν κύκλον τῶν ἡμερῶν.