Ancient Greek · ~2 min
Chapter 2
Methodius, De Libero Arbitrio 2.6
Not analysed yet
ἀλλά μοι καὶ περὶ τοῦ ἡλίου ζητεῖν ἐδόκει, τίς τε ὁ τρόπος αὐτοῦ τῆς ἐν οὐρανῷ θέσεως, τίς δὲ καὶ ἡ περίοδος τοῦ δρόμου, ποῦ δὲ καὶ μετ’ ἀλίγον χωρεῖ, καὶ ὅτι μηδὲ οὗτος παρέρχεται τὸν οἰκεῖον δρόμον, ἀλλὰ καὶ αὐτός, ὡς ἔνεστιν εἰπεῖν. ἐντολήν τινα φυλάττει χρείττονος, καὶ φαίνει μὲν τότε παρ' ἡμῖν ὅτε ἔξεστιν αὑτῷ, ἀπέρχεται δὲ ὡς καλούμενος.