Ancient Greek · ~3 min
Chapter 2
Methodius, De Libero Arbitrio 2.9
Not analysed yet
οὐχ ἵστατο δέ μοι ἐπὶ τούτοις καὶ μόνοις ὁ νοῦς, ἀλλὰ τὸ λοιπὸν ὅθεν ταῦτα τὴν σύστασιν ἔχει ζητεῖν ἠρχόμην, πότερον ἒκ τινος συνόντος ἀεὶ τῷ θεῷ ἢ ἐξ αὐτοῦ καὶ μόνου, συνυπάρχοντος αὐτῷ οὐδενός. τὸ γὰρ ἐξ οὐκ ὄντων <τι> γεγονέναι οὐδὲ μοι καλῶς ἐδόκει, μὴ τέλεον ἀπιθάνου τοῖς <τοῖς πολλοῖς> ὑπάρχοντος τοῦ λόγου· τὰ γὰρ γινόμενα ἐξ ὄντων πέφυκε τὴν σύστασιν ἔχειν. καὶ ὁμοίως ἀληθῶς ἐδόκει μηδὲν λέγειν ἀεὶ συνεῖναι τῷ θεῷ ἕτερόν τι παρ' αὐτόν, ἀλλ' ἐξ αὐτοῦ <μόνου> τὰ ὄντα γεγονέναι· καὶ πως ἔπειθέ με τὸ εὔτακτον τῶν στοιχείων καὶ ἡ περὶ αὐτὰ τῆς φύσεως εύκοσμέα.