Ancient Greek · ~2 min
3.1 to 3.2
Methodius, De Libero Arbitrio 3.1-2
Not analysed yet
Οὑτωσὶ δέ πως εὖ διατεθεῖσθαι νομίζων ἐπὶ τὴν οἰκίαν ἀνεχώρουν τὴν ἐμήν. τῇ δ' ἐπιούσῃ, τουτέστιν σήμερον, ἐλθὼν ἑώρων δύο τινὰς ὁμογενεῖς (ἀνθρώπους δὲ λέγω) καὶ διαλοιδορουμένους ἀλλήλοις, ἕτερον δ’ αὖ πάλιν ἀφιματῶσαι πειρώμενον τὸν πλησίον. ἤδη δέ τινες καὶ δεινότερα τολμᾶν ἤρχοντο. ὅς μὲν γὰρ ἐσκύλευσε νεκρόν, καὶ τὸ κρυφθὲν ἤδη σῶμα τῇ γῇ πάλιν ἐδείκνυεν ἡλίῳ, καὶ τὴν ὁμοίαν αὐτῷ ὕβριζεν εἰκόνα, βορὰν κυσὶ καταλείπων τὸν νεκρόν.