Ancient Greek · ~2 min
Chapter 22
Methodius, De Libero Arbitrio 22.6
Not analysed yet
τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τοῦ θεοῦ σκοπεῖν χρή, ὅτι πάσης τέχνης τῆν ἐπιστήμην ἔχων, εἰ μηδὲν ἐδημιούργησεν, μάτην ἐδόκει τὴν ἐπιστήμην ἔχειν, μὴ ὄντων τινῶν οἷς κἂν ὅτι ἐπιστήμων <τις> ὑπῆρχεν δεικνύναι δυνηθείη. διὰ τοῦτο τὸ ἔργον πεποιηκέναι <αὐτὸν> λέγω, τὴν τέχνην αὐτοῦ ἐν αὐτοῖς τοῖς ἔργοις ἐπιδεῖξαι προαιρούμενον· οὐ γὰρ ἤρκει ἡ ἐπιστήμη μόνη, ἄνευ τῶν ἐν οἷς ὑπάρχειν ἔδει, τῷ θεῷ. ἄχρηστον γὰρ αὐτῷ, μᾶλλον δὲ ἀργὸν τὸ τοιοῦτον μένειν ἐφαίντο· ἥ τε δύναμις οὐκ ἐνεργοῦσα οὐκ ἂν εὔχρηστος εἴη τῷ κεκτημένῳ, καὶ ἀγαθὸς ὤν, οὐκ ἀπέλαυεν τῆς ἀγαθοσύνης αὐτοῦ, τοὺς δεομένους αὐτῆς οὐκ ἔχων.