Ancient Greek · ~2 min
Chapter 22
Methodius, De Libero Arbitrio 22.7
Not analysed yet
διόπερ ἀγαθὸς ὢν ἐδημιούργησεν καὶ τὰ οὐκ ὄντα πεποίηκεν, διὰ τούτου καὶ πρώτου τὴν ἀγαθοσύνην αὐτοῦ δεῖξαι προαιρούμενος (τουτὶ γὰρ ὑπερβαλλούσης φύσεως ἔστιν ἀγαθῆς τὸ εἶναι παρασχεῖν τοῖς οὐκ οὖσιν ποτέ)· ἔπειτα δὲ καὶ διὰ τῆς τῶν κρειττόνων ὑποσχέσεως, ἃ δὴ τοῖς πρὸς αὐτοῦ γενομένοις ἐπηγγείλατο· οὐ γὰρ τὸ εἶναι μόνον παρέσχεν αὐτοῖς, ἀλλὰ καὶ τῶν κρεττόνων ἀπολαύειν, οὕτως αὐτοῦ τὸ ἀγαθὸν ἐπιδεικνύναι προαιρούμενος· διὰ τούτου γὰρ καὶ ὅτι ἔστιν τὸ ἀγαθὸν φαίνεται, τοὺς χρῄζοντας ἔχων.