Ancient Greek · ~2 min
Chapter 3
Methodius, De Libero Arbitrio 3.6
Not analysed yet
τοσούτων τοίνυν καὶ τοιούτων θεατὴς γενόμενος ἐγώ, πόθεν ταῦτα ἀναζητεῖν ἠρχόμην, τίς δὲ καὶ ἡ τῆς κινήσεως αὐτῶν ἀρχὴ καὶ τίς ὁ τοσαῦτα κακὰ ἀνθρώποις μηχανησάμενος, πόθεν τε ἠ εὕρεσις αὐτῶν καὶ τίς ὁ τούτων διδάσκαλος. καὶ τὸν μὲν θεὸν ποιητὴν τούτων λέγειν τολμᾶν οὐχ οἶός τε ἦν, ἀλλὰ μὴν οὐδὲ ἐξ αὐτοῦ τὴν ὑπόστασιν ἔχειν, οὐδὲ τὴν τοῦ εἷναι σύστασιν. πῶς γὰρ οἶόν τε ἠν ταῦτα περὶ θεοῦ ἐννοεῖν;