Ancient Greek · ~2 min
Chapter 3
Methodius, De Libero Arbitrio 3.7
Not analysed yet
ὅς μὲν γάρ ἐστιν ἀγαθὸς καὶ τῶν κρειττόνων ποιητής, τῶν δὲ φαύλων αὐτῷ πρόσεστιν οὐδέν· ἀλλ’ οὐδὲ τοῖς τοιούτοις χαίρειν πἐφυκεν, ἀπαγορεύει δὲ καὶ τὴν γένεσιν αὐτῶν, καὶ τοὺς μὲν χαίροντας τούτοις ἀποβάλ- λεται, τοὺς δὲ φεύγοντας αὐτὰ προσίεται. καὶ πῶς οὐκ ἄτοπον ἠν τὸν θεὸν τούτων λέγειν εἶναι δημιουργόν, τὸν ταῦτα παραιτούμενον; οὐδὲ γὰρ ἂν ἐβούλετο μὴ εἶναι αὐτά, εἰ πρῶτος αὐτῶν ποιητὴς ὑπῆρχεν αὐτός· τοὺς γὰρ προσιόντας αὐτῷ μιμητὰς αὐτοῦ γίνεσθαι θέλει.