Ancient Greek · ~3 min
Chapter 3
Methodius, De Libero Arbitrio 3.9
Not analysed yet
διόπερ ἔδοξέν μοι συν- υπάρχειν τι αὐτῷ, ᾧ τοὔνομα ὕλη, ἐξ ἠς τὰ ὅντα ἐδημιούργησεν, τέχνῃ σοφῇ διακρίνας καὶ διακοσμήσας καλῶς· ἐξ ἡς καὶ τὰ κακὰ εἶναι δοκεῖ. ἀποίου τε γὰρ καὶ ἀσχηματίστου οὔσης αὐτῆς, πρὸς δὲ τούτοις καὶ ἀτάκτως φερομένης, δεομένης τε τῆς τοῦ θεοῦ τέχνης, οὐκ ἐφθόνησεν οὑτος ὥστε διὰ παντὸς καταλιπεῖν αὐτὴν οὕτως φέρεσθαι, ἀλλὰ δημιουργεῖν ἤρχετο καὶ ἀπὸ τῶν χειρίστων αὐτῆς τὰ κάλλιστα διακρίνειν ἤθελεν, καὶ οὕτως γοῦν ἐδημιούργησεν ὅσα ἐξ αὐτῆς ἥρμοζεν θεῷ δημιουργεῖν. τὰ δ' ὅσα αὐτῆς ὡς ἔπος εἰπεῖν πρυγώδη ἐτύγχανεν, ταῦτα ἀνάρμοστα ὄντα πρὸς δημιουργίαν ὡς εἶχεν κατέλιπεν, κατ' οὐδὲν αὐτῷ προσήκονα· ἐξ ὧν δοκεῖ μοι νῦν παρὰ ἀνθρώποις ἐπιρρεῖν τὰ κακά. οὕτως ἔδοξέν μοι εὖ ἔχειν φρονεῖν.