Ancient Greek
Chapter 3
Methodius, De Libero Arbitrio 3.8
Not analysed yet
ὅθεν ἄλογον ἔδοξεν εἶναί μοι ταῦτα προσάπτειν αὐτῷ, ἢ ὡς ἐξ αὐτοῦ γεγονότα ἤ (εἰ καὶ τὰ μάλιστα συγχωρῆσαι δεῖ ἐξ οὐκ ὄντων δυνατὸν εἶναί τι γίνεσθαι) ὅτι καὶ τὰ κακὰ ἐποίησεν αὐτός. ὁ γὰρ »ἐκ τοῦ« οὐκ εἶναι εἰς τὸ εἶναι« αὐτὰ ποιήσας‘ οὐκ ἄν ἐκ τοῦ εἶναι εἰς τὸ μηκέτι εἶναι αὐτὰ ἀνῄρει πάλιν. ἤ τοῦτο τοῦτο λέγειν ὡς ἦν ποτε καιρός, ὅτε τοῖς κακοῖς ἔχαιρεν ὁ θεός, νῦν δὲ οὐκέτι; ὄπερ ἀδύνατον εἷναί μοι δοκεῖ, λέγειν τοῦτο περὶ θεοῦ· ἀνοίκειον γὰρ τῆς φύσεως αὐτοῦ τοῦτο προσαρμόζειν αὐτῷ.