Ancient Greek · ~2 min
Chapter 4
Methodius, De Libero Arbitrio 4.3
Not analysed yet
ἔτεροι δὲ τὴν ἀρχὴν καὶ] περὶ τοῦ τοιούτου ζητεῖν παρῃτήσαντο, ὡς οὐκ ἔχοντος τέλος τοῦ τοιούτου ζητήματος. ἐμὲ δὲ τὰ κοινὰ τῆς πρὸς σὲ φιλίας παραιτεῖσθαι τὸ ζητούμενον οὐκ ἐᾷ· καὶ μάλιστα ὅτε τὴν προαίρεσιν ἀπαγγέλλεις τὴν σὴν, ὡς οὐ προλήψει κρατούμενος εἰ καὶ τὰ μάλιστα οὕτω πως ἐξ ὡν ὑπενόησας ἔδοξας ἔχειν τὰ πράγματα), ἀλλ’ ἐν ἐπιθυμίᾳ τῆς τοῦ ἀληθοῦς γνώσεως καθεστάναι λέγεις. λέγεις. ὅθεν προθύμως κἀγὼ ἐπὶ τὸν τῆς ζητήσεως τραπήσομαι λόγον.