Ancient Greek
Chapter 4
Methodius, De Libero Arbitrio 4.4
Not analysed yet
βούλομαι δὲ καὶ τουτονὶ τὸν ἑταῖρον ἀκροατὴν γενέσθαι τῶν ἡμετέρων λόγων· καὶ γὰρ δοκεῖ πως κατά τι περὶ τούτων ὁμοίως σοὶ δοξάζειν καὶ αὐτός. διὸ κοινὸν κοινὸν πρὸς ἀμφοτέρους τὸν λόγον ποιεῖσθαι βούλομαι· ἅ γὰρ ἂν εἴποιμι πρὸς σὲ οὕτως ἔχοντα, ταῦτα καὶ πρὸς τοῦτον ὁμοίως λέξω. εἴ σοι τοίνυν ἀληθῶς περὶ τοῦ κρείττονος λέγειν εὐγνωμόνως δοκεῖ, πρὸς ἔκαστον ἀπό- κριναι ὡν ἐρωτῶ· ἐκ γὰρ τούτων γενήσεται καὶ σὲ μὲν τὸ ἀληθὲς μανθάνειν, κἀμὲ δὲ μὴ μάτην τοὺς λόγους ποιεῖσθαι πρὸς σέ.