Ancient Greek · ~2 min
Chapter 6
Methodius, De Libero Arbitrio 6.1
Not analysed yet
Ἂν δ’ ἄρα τις καὶ τρίτον εἶναι λέξῃ λόγον ὡς ἁρμόζοντα περὶ τῶν ἀγενήτων λέγεσθαι, τουτέστιν τὸ μήτε κεχωρίσθαι τὸν θεὸν τῆς ὕλης μήτ’ αὖ πόλιν ὡς μέρη ἡνῶσθαι, εἶναι δὲ καθάπερ ἐν τόπῳ <ἐν> τῇ ὕλῃ τὸν θεὸν ἢ καὶ τὴν ὕλην ἐν τῷ θεῷ, τὸ ἀκουέτω, ὅτι ἐὰν τόπον τοῦ θεοῦ τὴν ὕλην εἴπωμεν, ἐξ ἀνάγκης αὐτὸν καὶ κωρητὸν λέγειν δεῖ καὶ πρὸς τῆς ὕλης περιγραφόμενον.