Ancient Greek
3 to 5
Methodius, De Libero Arbitrio 3-5
Not analysed yet
εἰ δὲ κεχωρίσθαι φήσει τις, ἀνάγκη εἶναί τι τὸ ἀνὰ μέσον άμφοτέρων, ὅπερ καὶ τὸν χ· ωρισμὸν αὐτῶν δείκνθσιν. ἀδύνατον γὰρ ἐν διαστάσει ἐξετάζεσθαί τι ἀπό τινος, οὐκ ὄντος ἑτέρου καθ’ ὃ ἡ διάστασις ἑκατέρου γίνεται. ὅπερ οὐ μέχρι τούτου ἵσταται καὶ μόνου, ἀλλὰ καὶ πλείστων ὅσων. ὃν γὰρ ἐπὶ τῶν δύο ἀγενήτων εἴπαμεν λόγον, τοῦτον ἐξ ἀνάγκης ὁμοίως προχωρεῖν, εἰ τὰ ἀγένητα δοθείη τρία. καὶ γὰρ περὶ τούτων ἐροίμην ἄν, εἰ κεχώρισται ἀπ’ ἀλλή- λων ἢ αὖ πάλιν ἕκαστον ἥνωται τῷ πλησίον. εἰ μὲν γὰρ ἡνῶσθαί τις εἰπεῖν ἐθέλοι, τὸν αὐτὸν ἀκούσει τῷ πρώτῳ λογον. εἰ δ' αὐ πόλιν κεχωρίσθαι, οὐ φεύξεται τὴν ἐξ ἀνάγκης τοῦ χωρίξοντος ὑπόστασιν.