Ancient Greek · ~2 min
Chapter 6
Methodius, De Libero Arbitrio 6.3
Not analysed yet
δικαίως δ' ἂν καὶ τοῦτο ἐροίμην, πότερον ἐπλήρου τὴν ὕλην ὁ θεὸς ἢ ἐν μέρει τινὶ ὑπῆρχεν αὐτῆς. εἰ μὲν γὰρ ἐν μέρει τινὶ τῆς ὕλης εἰπεῖν τις ἐθέλοι τὸν θεόν, πλεῖστον ὅσον μικρότερον αὐτὸν τῆς ὕλης λέγει, εἴ γε δὴ μέρος αὐτῆς ὅλον ἐχώρησεν τὸν θεόν. εἰ δὲ ἐν πάσῃ εἶναι λέγοι καὶ δἰ ὅλης κεχωρηκέναι τῆς ὕλης, πῶς ταύτην ἐδημιούργησεν φρασάτω. ἀνάγκη γὰρ ἢ συστολήν τινα τοῦ θεοῦ λέγειν, ἧς γενομένης ἐδημιούργει ἐκεῖνο ἀφ’ οὗ ὑπεχώρησεν, ἢ καὶ ἑαυτὸν τῇ συνδημιουργεῖν, οὑκ ἔχοντα ὑποχωρήσεως τόπον.