Ancient Greek · ~1 min
Chapter 6
Methodius, De Libero Arbitrio 6.4
Not analysed yet
εἰ δὲ τὴν ὕλην ἐν τῷ θεῷ εἶναί τις λέξει, ὁμοίως ἐξετάζειν δεῖ, πότερον ὡς διισταμένου αὐτοῦ ἀφ’ ἑαυτοῦ, καὶ ὤσπερ ἐν ἀέρι ζῴων ὑπάρχει γένη, διαιρουμένου καὶ μεριξομένου αὐτοῦ εἰς ὑποδοχὴν τῶν γινομένων ἐν αὐτῷ, ἢ ὡς ἐν τόπῳ, τουτέστιν ὥσπερ ἐν γῇ ὕδωρ.