Ancient Greek · ~6 min
7.1 to 7.6
Methodius, De Libero Arbitrio 7.1-6
Not analysed yet
Φῂς τοίνυν ἄποιον ὕλην συνυπάρχειν τῷ θεῷ, ἐξ ἡς τὴν τοῦ κόσμου γένεσιν ἐδημιούργησεν; ΟΥΑΔ. οὕτω μοι δοκεῖ. ΟΡΘΟΔ. Οὐκοῦν εἰ ἄποιος ἐτύγχανεν ἡ ὕλη, γἐγονεν Τε κόσμος πρὸς τοῦ θεοῦ, ἐν δὲ τῷ κόσμῳ αἱ ποιότητες, τῶν ποιοτήτων γἐγπμεμ ποιητὴς ὁ θεος; ΟΥΑΔ. Οὕτως ἔχει. ΟΡΘΟΔ. Ἐπεὶ δέ σου καὶ λέγοντος πρόσθεν ἤκουον ὡς ἀδύνατον ἐξ οὐκ ὄντων γίνεσθαί τι, πρὸς τὴν ἐρώτησιν ἀπόκριναι τὴν ἐμήν· δοκεῖ σοι τὰς τοῦ κόσμου ποιότητας μὴ ἐξ ὑποκειμένων Ποιοτήτων γεγονεναι; ΟΓΑΛ. Δοκεῖ. ΟΡΘΟΔ. Ἕτερον δέ τι παρὰ τὰς οὐσίας ὑπάρχειν αὐτάς; ΟΓΑΛ. Οὕτως ἔχει. ΟΡΘΟΔ. υὐκοῦν εἰ μήτε ἐξ ὑποκειμένων ποιοτήτων τὰς ποιότητας ἐδημιοόργησεν ὁ θεὸς, μήτε ἐκ τῶν οὐσιῶν ὑπάρχουσιν, τῷ μηδὲ οὐσίας αὐτὰς εἶναι, ἐκ μὴ ὄντων αὐτὰς ὑπὸ τοῦ θεοῦ γεγονέναι ἀνάγκη εἰπεῖν. ὅθεν περιττῶς ἐδόκεις μοι λέγειν ἀδύνατον εἶναι δοξάζειν ἐξ οὐκ ὅντων γεγονέναι τι πρὸς τοῦ θεοῦ. ἀλλ’ ὁ μὲν περὶ τούτου λόγος ὧδε ἐχέτω. καὶ γὰρ παρ’ ἡμῖν ὁρῶμεν ἀνθρώπους ἐξ οὐκ ὄντων ποιοῦντάς τινα, εἰ καὶ τὰ μάλιστα δοκοῦσιν οὑτοι ποιεῖν ἴν τινι. οἶον ἐπὶ τῶν ἀρχιτεκτόνων τὸ παράδειγμα λάβωμεν· καὶ γὰρ καὶ] οὗτοι ποιοῦσιν πόλεις οὐκ ἐκ πόλεων καὶ ναοὺς ὁμοίως οὐκ ἐκ ναῶν. εἰ δ’, ὅτι τούτοις οὐσίαι ὑπόκεινται, οἴει ἐξ ὄντων αὐτοὺς ταῦτα ποιεῖν, σφάλλῃ τῷ λόγῳ. οὐδὲ γὰρ ἡ οὐσία ἐστὶν ἡ ποιοῦσα τὴν πόλιν ἢ αὖ πάλιν τοὺς ναούς, ἀλλ' ἡ περὶ τὴν οὐσίαν τέχνη· ἡ δὲ τέχνη οὐκ ἐξ ὑποκειμένης τινὸς ἐν ταῖς οὐσάις τέχνης γίνεται, ἀλλ' ἐξ οὐκ οῦσης ἐν αὐταῖς γίνεται.