Ancient Greek
Chapter 6
Methodius, De Libero Arbitrio 6.6
Not analysed yet
Εἰ μὲν οὖν τὴν ὕλην ἐκ τῶν ὑποστάντων γενητῶν ὑπονοεῖν ἀγένητον ὑπάρχειν ἔλεγες, πολὺν ἂν περὶ αὐτῆς ἐποιησάμην λόγον εἰς ἀπόδειξιν τοῦ ὅτι ἀδύνατον ὑπάρχειν αὐτὴν ἀγένητον. ἐπεὶ δὲ τὴν τῶν κακῶν γένεσιν αἰτίαν φᾐς εἶναι τῆς τοιαύτης ὑπονοίας, διὰ τοῦτο ἐπὶ τὴν ἐξέτασιν τούτων ἔρχεσθαί μοι δοκῶ. φανεροῦ γὰρ γινομένου τῷ λόγῳ καθ' ὃν τρόπον ἐστὶ τὰ κακά, καὶ ὅτι οὐχ τέ ἐστιν ἀναίτιον τῶν κακῶν εἰπεῖν τὸν θεὸν ἐκ τοῦ ὕλην αὐτῷ ὑποτιθέναι, τὴν τοιαύτην ὑπόνοιαν ἀναιρεῖσθαί μοι δοκεῖ.