Ancient Greek · ~3 min
Chapter 8
Methodius, De Libero Arbitrio 8.11
Not analysed yet
λέγομεν γε τὸν ἄνθρωπον ποτὲ μὲν κακὸν διὰ τὸ φονεύειν, ποτὲ δ’ αὖ πάλιν διὰ τὸ εὐεργετεῖν ἀγαθόν. καὶ πέπλεκται ταῦτα τὰ ὀνόματα τῇ οὐσίᾳ ἐκ τῶν συμβεβηκότων αὐτῇ, ἅτινα οὐκ ἔστιν αὐτή. οὔτε γὰρ ἐστὶν φόνος ἡ οὐσία οὔτ' αὖ πάλιν ἡ] μοιχεία οὔτε τι τῶν ὁμοίων κακῶν. ἀλλ’ ὥσπερ ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικὸς λέγεται καὶ ἀπὸ τῆς ῥητορικῆς ὁ ῥήτωρ καὶ ἀπὸ τῆς ἰατρικῆς ὁ ἰατρός, τῆς οὐσίας οὔτε ἰατρικῆς οὔσης οὔτε μὴν ῥητορικῆς οὔτε γραμματικῆς. ἀλλ’ ἀπὸ τῶν συμβεβηκότων αὐτῇ τὴν προσηγορίαν λαγβανούσης, ἀφ ὧν οὔτως, ὀνομάζεσθαι δοκεῖ, οὐδ' ὁπότερον αὐτῶν οὐσα, ὁμοίως φαίνεται καὶ ἀπὸ τῶν δοκούντων εἶναι κακῶν τὴν οὐσίαν ὄνομα προσλαμβάνειν, οὐδ’ ὁπότερον οὖσαν αὐτῶν.