Ancient Greek · ~2 min
Chapter 8
Methodius, De Libero Arbitrio 8.12
Not analysed yet
καί μοι ὁμοίως ἐπινόησον, εἴ τινα ἕτερον ἀναπλάττεις ἐν τῷ νῷ τῶν κακῶν τοῖς ἀν- θρώποις αἴτιον, ὡς κἀκεῖνος, καθὸ ἐν τούτοις ἐνεργεῖ καὶ ὑποβάλ- λει ποιεῖν τὰ κακά, ἔστι καὶ αὐτὸς κακὸς ἐξ ὡν ποιεῖ. διὰ τοῦτο γὰρ κἀκεῖνος κακὸς εἶναι λέγεται, ὄτι τῶν κακῶν ἐστι ποιητής. ἅ δέ τις ποιεῖ, οὐκ ἔστιν αὐτός, ἀλλ' ἐνέργειαι αὐτοῦ, ἀφ' ὦν τὴν προσηγορίαν τοῦ κακὸς λέγεσθαι λαμβάνεὶ.