Ancient Greek · ~4 min
8.13 to 8.15
Methodius, De Libero Arbitrio 8.13-15
Not analysed yet
εἰ γὰρ αὐτὸν ὐπάρχειν εἴποιμεν ἂν ποιεῖ, ποιεῖ δὲ φόνους καὶ μοιχείας καὶ κλοπὰς κοὶ ὄσα τούτοις ὅμοια, αὑτὸς ἔσται ταῦτα. εἰ δὲ ταῦτ’ ἐστιν αὐτός, ταῦτα δ' ὅτε γίνεται τὴν σύστασιν ἔχει, οὐ γινόμενα δὲ καὶ τοῦ εἶναι παύεται, γίνεται δὲ ταῦτα πρὸς ἀνθρώπων, ἔσονται τούτων οἱ ἄνθρωποι ποιηταὶ καὶ τοῦ εἶναι καὶ τοῦ μηκέτι εἶναι αἴτιοι. εἰ δὲ ταῦτα αὐτοῦ ἐνεργείας εἶναι φῄς, ἐξ ὡν ποιεῖ τὸ κακὸς εἶναι ἔχει, οὐκ ἐξ ὦν έστιν οὐσία. κακὸν δὲ εἴπομεν λέγεσθαι ἀπὸ τῶν συμβεβηκότων τῇ οὐσίᾳ, ἅτινα οὐκ ἔστιν ἡ οὐσία, ὡς ἀπὸ τῆς ἰατρικῆς ὁ ἰατρός. εἰ δὲ ἐξ ὡν ἐνεργεῖ κακὸς ὑπάρχει κακός, ἃ δὲ ἐνεργεῖ ἀρχὴν τοῦ εἶναι λαμβάνει, ἤρξατο κἀκεῖνος εἶναι κακός, ἤρξατο δὲ καὶ ταυτὶ τὰ κακά. εἱ δὲ οὕτως ἔχει, οὐκ ἔσται ἀνάρχως κακός, οὐδ’ ἀγένητα τὰ κακά, τῷ γενητὰ πρὸς αὐτοῦ εἶναι φάναι.