Ancient Greek · ~2 min
Fragment 19
Methodius, Fragmenta In Job (In Catenis) 19
Not analysed yet
Hiob 38, 6. Μέχρι τούτου ἐλθὼν ὁ μακάριος πατὴρ οὺτος, καὶ καταπαύει τὸ ὑπόμνημα, ὥστε γοῦν εὑρεῖν »λίθον γωνιαῖον«. τοῦτο δύναται καὶ εἰς τὸν μονογενῆ τοῦ θεοῦ υἱόν, δι ὴμᾶς σαρκωθέντα νοεῖσθαι, κατὰ τὸ ἐν ψαλμοῖς· »λίθον ὅν άπεδοκίμασαν οἱ οἰκοδομοῦντες‘, οἱ τῶν Ἰουδαῖων διδάσκαλοι, »οὑτος ἐγενήθη εἰς κεφαλὴν γωνίας«. εὐδοκίᾳ γὰρ τοῦ πατρὸς ἐλθὼν ἐπὶ γῆς συνῆψεν ἐν ἑαυτῷ τοὺς δύο λαοὺς τῶν Ἰουδαίων τε καὶ ἐθνῶν, ὥσπερ ἀμέλει καὶ ὁ γωνιαῖος λίθος ἀμφοτέρους συνδεῖ τοὺς τοίχους.