Ancient Greek · ~2 min
Fragment 21
Methodius, Fragmenta In Job (In Catenis) 21
Not analysed yet
Hiob 38, 16. [Πάλιν ἐπὶ τὴν θάλασσαν τὸν λόγον μετήγαγεν. οὐχ ὡς πηγὴν τῆς θαλάσσης ἐχούσης, ἀλλ' ὡς μὴ ἐκλειπούσης, καθάπερ πηγὴν ἐχούσης.] εἰς ἄβυσσον πολλοὶ καταβεβήκασιν· καταβεβήκασι δέ, ὥστε δέσμιοι εἶναι, οὐχ ὥστε περιπατεῖν ἐν αὐτῇ. Ἰησοῦς μόνος ἐν ἀβύσσῳ περιεπάτησεν ὡς ἐλεύθερος. ὅπου ἴχνη περιπατούντων οὐκ ἔνι [εἵλετο γὰρ θάνατον, οὐχ ὑπεύθυνος ὤν, ἵνα τοὺς ὑποκειμένους θανάτῶ λυτρώσηται]. καὶ λέγει τοῖς ἐν δεσμοῖς· ἐξέλθατε [καὶ τοῖς ἐν σκότει· ἀνακαλύφθητε«, ᾧ καὶ τὰ ἑξῆς συμφωνοῦσιν].