Ancient Greek · ~2 min
Fragment 25
Methodius, Fragmenta In Job (In Catenis) 25
Not analysed yet
Hiob 40, 21. 22. Ἵνα μηκέτι συρίζῃ ὁ δράκων. [τοῦτό φησι διὰ τὸ παρακληθῆναι ὑπὸ τῶν δαιμόνων μὴ βαλεῖν αὐτοὺς εἰς τὴν ἄβυσσον. ἢ τοῦτο λέγει διὰ τὸ εἰρηκέναι αὐτὸν τῷ κυρίῳ ταῦτά σοι πάντα σώσω« . . Ἣ ὅτι μὴ δύνασαι οὕτως ὑποτάξαι αὐτὸν ὡς αἱρεῖσθαι μηκέτι σοι πολεμεῖν.] —[τὸ »ψέλλιον« κόσμος ἐστὶ τῆς χειρός, τοῦτό ἐστι τὸ ἔργον ἀγαθόν. ὁ οὐν ἔχων τὸ τοιοῦτον ψέλλιον τρυπήσει τὸ χεῖλος τοῦ δράκοντος τοῦ ἐξ ἐναντίας τοῦ διαβόλου ἐντρεπομένου, μὴ ἔχοντός τι λαλῆσαι κατ' αὐτοῦ.]