Ancient Greek · ~1 min
Fragment 6
Methodius, Fragmenta In Job (In Catenis) 6
Not analysed yet
Hiob 25, 3. Μὴ γάρ τις ἐννοείτω ,φησίν, ὡς εἰς τέλος ὑπερτιθέμενος διαμένει θεὸς τὰς κατὰ τῶν ἀδίκων τιμωρίας, εἰ καὶ τέως μακροθυμῇ, ἀλλ' ωσπερ οἱ ἐνεδρεύοντες, οὕτως ἀδοκήτως αὐτοῖς ἐπέρχεται· καὶ οὐκ ἔστι τινὰ τῶν ἀσεβῶν τὴν θείαν διαδρᾶναι δίκην.