Ancient Greek
Fragment 1
Methodius, Fragmenta Incerta [Sp.] 1
Not analysed yet
Δικαιοσύνη ἐστὶν ἡ πασῶν τῶν ἐντολῶν πλήρωσις. —Οὐ δύναται ἡ ἀνθρωπίνη φύσις αὐτὸ καθαρῶς τὸ δίκαιον [ἐν] ψυχῇ θεάσασθαι, τὰ πολλὰ τῷ λογισμῷ ἀμβλυώττουσα. —Ὡς ἔοικεν ἡ δικαιοσύνη τετράγωνός ἐστι πάντοθεν ἴση καὶ ὁμοία. —Ἡ τοῦ θεοῦ δικαιοκρισία ταῖς ἡμετέραις διαθέσεσιν ἐξομοιοῦται καὶ οἷάπερ ἂν τὰ παρ' ἡμῶν ᾖ, τοιαῦτα ἡμῖν ἐκ τῶν ὁμοίων ἀντιπαρέχεται.