Ancient Greek · ~2 min
Fragment 32
Methodius, Fragmenta Incerta [Sp.] 32
Not analysed yet
Μή πως ἄρα αἱ τρεῖς αὗται τῶν προγόνων κεφαλαὶ πάσης τῆς ἀνθρωπότητος ὁμοούσιοι ὑποστάσεις κατ' εἰκόνα τινά, ὡς καὶ Μεθοδίῳ δοκεῖ, τυπικῶς γεγόνασι τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος, τοῦ μὲν ἀναιτίου καὶ ἀγεννήτου Ἀδὰμ τύπον καὶ εἰκόνα ἔχοντος τοῦ ἀναιτίου καὶ πάντων αἰτίου παντοκράτορος θεοῦ καὶ πατρός, τοῦ δὲ γεννητοῦ υἱοῦ αὐτοῦ εἰκόνα προδιαγράφοντος τοῦ γεννητοῦ υἱοῦ καὶ λόγου τοῦ θεοῖ, τῆς δὲ ἐκπορευτῆς Εὕας σημαινούσης τὴν τοῦ ἁγίου πνεύματος ἐκπορευτὴν ὑπόστασιν.