Ancient Greek · ~3 min
Λόγος δ΄. θεοπάτρα.
Methodius, Symposium Sive Convivium Decem Virginum 1-3
Not analysed yet
Εἰ μὲν ἐπὶ τῶν αὐτῶν, ὠ παρθένοι, διεξόδων ἡ σοφία τῆς λογικῆς ἳστατο τέχνης καὶ τὴν αὐτὴν ἀεὶ διεπορεύετο τρίβον, ὀὐδεμία ἂν ὑπῆρχε μηχανὴ τοῦ οὐκ ἀποκναίειν ἐπιχειροῦσαν τοῖς ἢδη προηγωνισμένοις. εἰ δὲ μυρίαι μὲν λόγων ὁρμαὶ καὶ διέξοδιο, »πολυμερῶς καὶ πολυτρόπως« ἐπεισπνέοντος ἡμᾶς τοῦ θεοῦ, τίς η ἀποκλήρωσις ἐγκαλύπτεσθαι καὶ δειλπιᾶν; οὐκ ἀνυπαίτιος γὰρ ὅτῳ μέτεστι χάριτος, ἐὰν τὰ καλὰ μὴ κοσμῇ λόγοις εὐχαριστηρίοις. διὸ φέρε καἰ ἡμεῖς ὑμνήσωμεν τῶν χαρισμάτων τὸ καλλιφεγγὲς ἄστρον καὶ τιμαλφέστατον τοῦ Χριστοῦ, τὴν ἁγνείαν. εὐρυτάτη γὰρ ἡ τοῦ πνεύματος αὕτη καὶ ἄφθονος ὁδός. πόθεν οὐν ἀπαρξάμεναι δὴ πρέποντα δόξομεν καὶ εἰκότα λέγειν τοῖς προκειμένοις, ἐντεῦθεν ἐπισκεπτέον.