Ancient Greek
Λόγος η΄. Θέκλα.
Methodius, Symposium Sive Convivium Decem Virginum 11.1
Not analysed yet
Ἡ δὲ γεννήσασα καὶ γεννῶσα τὸν ἀρρενωπὸν ἐν καρδίαις τῶν πιστευόντων λόγον, καὶ ἄχραντος καὶ ἀβλαβὴς ἀπὸ τοῦ θηρὸς τῆς ὀργῆς εἰς τὴν ἔρημον παραγεγενημένη, ἡ μήτηρ ἡμῶν ἐστιν, ὡς ἀποδεδώκαμεν, ἡ ἐκκλησία. ἡ δὲ ἔρημος εἰς ἣν ἐλθοῦσα τρέφεται τὰς χιλίας καὶ διακοσίας ἡμέρας καὶ ἑξήκοντα, ἡ κακῶν ἔρημος ἀληθῶς καὶ ἄγονος καὶ στείρα φρορᾶς καὶ δυσπρόσιτος καὶ δύσβατος τοῖς πολλοῖς, εὐκαρπος δὲ καὶ εὔβοτος καὶ εὐθαλὴς καὶ εὐεπίβατος ἁγίοις καὶ πλήθουσα σοφίας καὶ βλαστάνουσα ζωήν ἐστὶ τοῦτο αὐτὸ δὴ τῆς Ἀρετῆς τὸ κάλλιστον καὶ καλλίδενδρον καὶ καλλίπνουν χωρίον, ἔνθα »ἐξηγέρθη ὁ νότος καὶ διέπνευσεν ὁ βορρᾶς, καὶ ῥέουσι τὰ ἀρώματα« καὶ πάντα τῶν ἀμβροσίων πεπλήρωται δρόσων, ἀθα- νάτου ζωῆς βλάσταις ἀμαράντοις κατεστεμμένα, εἰς ὅ ἐσμεν ἡμεῖς ἀνθολογοῦσαι νῦν καὶ πλέκουσαι τῇ βασιλίσσῃ τὸν ἀλουργῆ στέφανον καὶ ἔκλαμπρον τῆς παρθενίας ἀθίκτοις δακτύλοις· Ἀρετῆς γὰρ κοσμεῖται καρποῖς ἡ νύμφη τοῦ λόγου. αἱ δὲ χίλιαι καὶ διακόσιαι ἡμέραι καὶ ἑξήκοντα, ἃς ἐνθάδε ἐσμὲν εἰς ἐπιδημίαν, ἡ περὶ τοῦ πατρός ἐστιν, ὠ παρθένοι, καὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος κατ' εὐθεῖαν ἀκριβὴς καὶ ἀρίστη σύνεσις, ᾗ γέγηθεν ἡμῶν ἡ μήτηρ αὐξανομένῃ καἰ ἀγάλλεται τουτονὶ τὸν χρόνον, μέχριπερ ἂν τῆς ἀποκαταστάσεως τῶν καινῶν αἰώνων εἰς τὴν ἄγυριν ἐλθοῦσα κατὰ τοὺς οὐρανοὺς μηκέτι δι' ἐπιστήμης κατασκέψηται τὸ ὄν, ἀλλὰ τρανῶς ἐποπτεύσῃ Χριστῷ συνεισβᾶσα. τὰ γὰρ χίλια ἐν ἑκατοντάσι δεκαπλασιασθέντα τέλειον ἀριθμὸν καὶ πλήρη περιέχει, ὃ δή ἐστι σύμβολον αὐτοῦ τοῦ πατρὸς τοῦ ἀφ' ἑαυτοῦ δημιουργήσαντος καὶ ἐν ἑαυτῷ συγκρατοῦντος τὸ πᾶν, τὰ δὲ διακόσια τὸν ἐκ δύο τελείων ἀριθμῶν συνεζευγμένον, ὃ δή ἐστι σύμβολον τοῦ ἁγίου πνεύματος, καθὸ τῆς γνώσεώς ἐστι τοῦ υἱοῦ τοῦτο καὶ τοῦ πατρὸς παρεκτικόν. τὰ δὲ ἑξήκοντα τὸν ἐξ ἀριθμὸν ἐν δεκάσιν ἔχει, ὃ δή ἐστι σύμβολον τοῦ Χριστοῦ, ἐπειδήπερ ὁ τῶν ἓξ ἀπὸ μονάδος προϊὼν ἀριθμὸς ἐκ τῶν ἰδίων συντίθεται μερῶν, ὥστε μήτε λείπειν ἐν αὐτῷ τι μήτε πλεονάζειν· εἰς τὰ ἑαυτοῦ γὰρ μέρη ἀναλυόμενος συμπληροῦται, οἷον τῶν ἓξ εἰς ἔσα μέρη ἐξ ἴσων τεμνομένων μερῶν ἀνάγκη τὴν αὐτὴν ἐκ τῶν διαμερισθέντων τμημάτων πάλιν ποσότητα πληροῦσθαι. πρῶτον γὰρ μέρος κατὰ μέσον διαιρούμενος ποιεῖ τὸν τρία, εἶτα εἰς τρία διαιρούμενος μέρη ποιεῖ τὸν δύο, εἶτα εἰς ἓξ μερισθεὶς ποιεῖ τὸν ἕναι κοὶ συμπληροῦται πάλιν εἰς ἑ αυτόν· εἰς γὰρ δὶς τρία καὶ τρὶς δύο καὶ ἑξάκις ὲν διαιρούμενος, συντιθεμένων τῶν τριῶν καὶ τῶν δύο καὶ τοῦ ἑνός, πάλιν ἀναπληροῖ τὸν ἕξ. τέλειον δὲ πᾶν ἐξ ἀνάγκης ἐστὶ τὸ μήτε προσδεόμενον εἰς συμπλήρωσιν ἑτέρου μήτε πλεονάζον ἑαυτοῦ πώποτε. τῶν δὲ ἄλλων ἀριθμῶν οἱ μὲν ὑπερτέλειοί εἰσιν, ὡς ὁ δώδεκα (τὸ γὰρ ἴσον αὐτοῦ μέρος τὰ ἕξ, καὶ τὸ τρίτον τὰ τέσσαρα, καὶ τὸ τέταρτον τὰ τρία, καὶ τὸ ἔκτον τὰ δύο, καὶ τὸ δωδέκατον τὸ ἕν, εἰς ἃ δύναται μερίζεσθαι, συντεθέντα ὑπερβάλλουσι τὸν δώδεκα, οὐ τηρήσαντος ἑαυτὸν ἴσον τοῖς ἑαυτοῦ μέρεσιν ,ὡς ὁ ἕξ), οἱ δὲ ὑποτέλειοι, ὡς ὁ ὀκτώ. τὸ γὰρ ἥμισυ αὐτοῦ τὰ τέσσαρα, καὶ τὸ τέταρτον τὰ δύο, καὶ τὸ ὄγδοον τὸ ἴν, εἰς ἃ τέμνεται μέρη, συντεθέντα ποιεὶ τὸν ἑπτά, καὶ προσδεῖται μονάδος εἰς τὴν ἑαυτοῦ συμπλήρωσιν ,οὐχ ὡς ὁ ἓξ παντοίως ἑαυτῷ σύμφωνος ὤν. διὸ καὶ τὴν ἀναφορὰν εἰς τὸν υἱὸν ἀνείληφε τοῦ θεοῦ, ἀπὸ τοῦ πληρώματος »τῆς θεότητος« εἰς τὸν βίον ἐληυθότος· κενωθεὶς γὰρ καὶ τὴν »μορφὴν« τοῦ »δούλου« προσλαβὼν εἰς τὴν ἑαυτοῦ τελειότητα πόλιν ἀνεποληρώθη κοὶ τὴν ἀξιαν. αὐτὸς γὰρ ἐν ἑαυτῷ σμικρυνθείς, καὶ ἐν τοῖς ἑαυτοῦ μέρεσιν ἀναλυθείς, ἐκ τῆς ἑαυτοῦ σμικρότητος καὶ τῶν ἑαυτοῦ μερῶν εἰς τὴν συμπλήρωσιν πάλιν τὴν ἑαυτοῦ καὶ τὸ μέγεθος κατέστη, οὐδέποτε τοῦ τέλειος εἶναι μειωθείς. ἀλλὰ καὶ ἡ τοῦ κόσμου κτίσις ἐκ τούτου φαίνεται πᾶσα συγκειμένη τοῦ ἀριθοῦ καὶ τῆς ἁρμονίας, ἐν ἓξ ἡμέραις‘ ποιήσαντος τοῦ θεοῦ τόν τε οὐρανὸν καὶ τὴν γῆς καὶ τὰ ἐν αὐτοῖς«, τῆς ποιητικῆς δυνάμεως τοῦ λόγου τὸν ἕξ ἐμπεριέχοντος ἀριθμόν, καθ' ὃν ἡ τριὰς σωμάτων ἐστὶ ποιητική· μῆκος γὰρ καὶ πλάτος καὶ βάθος σῶμα ἐργάζεται, ὁ δὲ ἓς ἐκ τῶν τριγώνων ἐστὶ συγκείμενος. —καὶ περὶ μὲν τούτων οὐκ ἔστι καιρὸς πρέπων ἐν τῷ παρόντι δι᾿ ἀκριβείας διεξελθεῖν, ἵνα μὴ τὸ προκείμενον ἐάσαντες τὸ πάρεργον σκοπῶμεν.