Ancient Greek
Λόγος η΄. Θέκλα.
Methodius, Symposium Sive Convivium Decem Virginum 10-2
Not analysed yet
Ὁ »δράκων« ὁ »μέγας«, ὁ »πυρρός«, ὁ πολύτροπος, ὁ πολυσχιδής, ὁ ἑπτακέφαλος, ὁ κερασφόρος, ὁ σύρων τὸ τρίτον τῶν ἀστέρων«, ὃς »ἕστηκεν« ἐφεδρεύων, ἴνα τὸ τέκνον‘ τῆς ὠδινούσης γυναικὸς »καταφάγῃ«, ὁ διάβολος οὗτός ἐστιν ὁ ἐνεδρεύων, ὁ λοχῶν λυμήνασθαι τῶν φωτισθέντων τὸν χριστόληπτον νοῦν καὶ τὴν ἐκτύπωσιν καὶ τράνωσιν τὴν ἐν αὐτοῖς ἀποτεχθεῖσαν τοῦ λόγου. ἀλλ ἀστοχεῖ καὶ σφάλλεται τῆς ἄγρας, ἄνω πρὸς ὕφος ἁρπαζομένων τῶν ἀναγεννωμένων πρὸς τὸν θρόνον τοῦ θεοῦ«· ὃ δή ἐστιν, ἄνω περὶ τὴν θείαν ἕδραν καὶ τὴν ἀσκανδάλιστον ὑπόβασιν τῆς ἀληθείας αἴρεται τὸ φρόνημα τῶν ἀνακαινισθέντων, τὰ ἐχεῖ βλέπειν καὶ τὰ ἐκεῖ φαντάζεσθαι παιδαγωγούμενον, ἴνα μὴ ἀπατηθῇ πρὸς τοῦ δράκοντος βρίθοντος κάτω· οὐ γὰρ αὐτῷ θέμις τοὺς ἄνω νεύοντας καὶ τοὺς ἄνω βλέποντας ἀφανίσαι. οἱ δὲ ἀστέρες εἰσίν, οὓς τῷ τῆς οὐ οὐρᾶς ἄκρῳ κατὰ κορυφῆς ἐφαπτόμενος εἰς τὴν γῆν κατασπᾷ, τῶν αἱρέσεων αἱ συστροφαί· ἀστέρας γὰρ σκοτεινούς, ἀμυδροὺς καὶ ταπεινοστρεφεῖς τὰς ἐπισυνόδους εἶναι τῶν ἑτεροδόξων φραστέον, ἐπειδὴ τῶν οὐρανίων ἐπιστήμονες εἶναι δὴ βούλονται καὶ αὐτοὶ καὶ εἰς Χριστὸν πεπιστευκέναι καὶ τὴν ἕδραν ἔχειν τῆς ψυχῆς ἐν τοῖς οὐρανοῖς καὶ πλησιάζειν τοῖς ἄστροις ὡς φωτὸς τέκνα«. ἀλλὰ κατασύρονται τοῦ δράκοντος ἐκσεισθέντες ταῖς πλοκαῖς, ὅτι μὴ τῶν τριγώνων εἴσω τῆς εὐσεβείας ἔστησαν σχημάτων, πταίσαντες αὐτῆς περὶ τὴν ὀρθό- δοξον θρησκείαν, ὅθεν καὶ τρίτον τῶν ἀστέρων ἐκλήθησαν μέρος οἷον περὶ ἕνα τῶν ἀριθμῶν τῆς τριάδος διεσφαλμένοι, ὁτὲ μὲν τὸν τοῦ πατρός, ὡς Σαβέλλιος, αὐτὸν τὸν παντοκράτορα λέξας πεπονθέναι, ὁτὲ δὲ τὸν τοῦ υἱοῦ, ὡς Ἀρτεμᾶς καὶ οἱ δοκήσει αὐτὸν ἀποφηνάμενοι πεφηνέναι, ὁτὲ δὲ περὶ τὸν τοῦ πνεύματος, ὡς Ἐβιωναῖοι, ἐξ ἰδίας κινήσεως τοὺς προφήτας φιλονεικοῦντες λελαληκέναι· Μαρκίωνος γὰρ καὶ Οὐαλεντίνου καὶ τῶν περὶ τὸν Ἐλχασαῖον καὶ τοὺς ἄλλους καλὸν μηδὲ μνημονεῦσαι.