Ancient Greek
Λόγος η΄. Θέκλα.
Methodius, Symposium Sive Convivium Decem Virginum 13-2
Not analysed yet
Διὸ θυμὸν ἄρρενα λαβοῦσαι καὶ νήφοντα ἐναντία θέσθε τῷ θηρὶ σφριγῶντι τὰ ὅπλα, μηδὲ ὑποχωρήσητε τὸ σύνολον, ἐφ᾿ οἷς θρασύνεται ταραχθεῖσαι· μυρίον γὰρ ἕξετε κλέος, ἐὰν ἀφέλητε νικήσασαι τοὺς ἐπ᾿ αὐτῷ στεφάνους ἑπτά, δι᾿ οὓς ὁ ἀγὼν ἡμῖν πρόκειται καὶ ἡ πάλη κατὰ τὸν διδάσκαλον Παῦλον. ἡ γὰρ καταγωνισαμένη τὸν διάβολον πρότερον καὶ νεκρώσασα τὰς ἑπτὰ κεφαλὰς τῶν ἑπτὰ στεφάνων τῆς ἀρετῆς ἐγκρατὴς γίνεται, τοὺς ἑπτὰ μεγάλους ἀγῶνας διαθλήσασα τῆς ἁγνείας. κεφαλὴ γὰρ τοῦ δράκοντός ἐστιν ἡ ἀκρασία καὶ ἡ τρυφή· ὁ ταύτην θλάσας ἀναδεῖται τὸν στέφανον τῆς σωφροσύνης. κεφαλή ἐστι καὶ ἡ δειλία καὶ ἡ θρύφις· ὁ ταύτην πατήσας τὸν στέφανον ἀναιρεῖταιτοῦ μαρτυρίου. κεφαλή ἐστι καὶ ἡ ἀπιστία καὶ ἡ ἄνοια καὶ τὰ ἄλλα ὡσαύτως τῆς πονηρίας πλεονεκτήματα· ματα· ὁ ταῦτα κατεργασάμενος καὶ ἀνελὼν τὰς ἐπ᾿ αὐτοῖς τιμὰς ἀποφέρεται, πολυτρόπως ἐκκεραϊζομένης τοῦ δράκοντος τῆς ἰσχύος. καὶ γὰρ καὶ τὰ δέκα κέρατα καὶ κέντρα, ἅπερ ἐπὶ ταῖς κεφαλαῖς ἐλέχθη φέρειν, αἱ δέκα ἀντιθέσεις εἰσίν, ὦ καλλιπάρθενοι, τῆς δεκαλόγου, αἷς ἀνακερατίζειν εἴωθε καὶ βάλλειν τὰς τῶν πλείστων ψυχάς, τῇ »ἀγαπήσεις« ἐντολῇ »κύριον τὸν θεόν σου« τὰ ἐναντία φρονῶν καὶ τεκταινόμενος καὶ τοῖς ἑξῆς νομοθετήμασιν. ἰδὲ γὰρ κέρας αὐτοῦ διάπυρον καὶ πικρὸν τὴν πορνείαν, ᾧ τοὺς ἀκράτορας βάλλει, ἰδὲ τὴν μοιχείαν, ἰδὲ τὸ ψεῦδος, ἰδὲ τὴν φιλαργυρίαν, ἰδὲ τὴν κλοπὴν καὶ τὰ ἄλλα τούτων ἀδελφὰ καὶ συγγενῆ, ὁπόσα ἐξισχύουσιν ἀμφὶ ταῖς κεφαλαῖς αὐτοῦ ταῖς ἀνθρωποκτόνοις πεφυκότα· ἃς ὑμεῖς συμμαχήσαντος μαχήσαντος Χριστοῦ ἐκκεραΐσασαι λήψεσθε, τοῖς κατὰ τοῦ δράκοντος κατανθεμοῦσαι στεφανώμασιν ὑμῶν τὰς θείας κεφαλάς. ἡμέτερον κροκρίνειν γὰρ τὰ κρείττω καὶ προτάσσειν πρὸ τῶν γηγενῶν, αὐτοκράτορα καὶ αὐτεξούσιον τὸν λογισμὸν εἰληφότας καὶ πάσης ἀνάγκης ἐκτὸς εἰς τὸ αὐτοδεσπότως αἱρεῖσθαι τὰ ἀρέσκοντα, οὐ δουλεύοντας εἱμαρμένῃ καὶ τύχαις . . . ὡς οὐκ ἄνθρωπος ἀλλ᾿ ὡς μακάριος ἔσοιτο καὶ ἀγαθός, εἰ [μὴ] τῷ ἀνθρωπίνῳ παραδείγματι χρώμενος τοῦ Χρι- στοῦ καὶ πρὸς ἐκεῖνον ἑαυτὸν ζωγραφῶν κἀκεῖνον μιμούμενος βιώσει. πάντων γὰρ κακῶν μέγιστον ἔμφυτον τοῖς πολλοῖς τὸ τὰς αἰτίας τῶν ἁμαρτημάτων εἰς τὰς τῶν ἀστέρων κινήσεις ἀναφέρειν καὶ τὸν βίον ἡμῶν οἰακίζεσθαι τῆς εἱμαρμένης ταῖς ἀνάγκαις λέγειν, καθάπερ οἱ μετὰ ἀλαζονείας πολλῆς ἀστεροσκοπήσαντες· ὑπονοίᾳ γὰρ μᾶλλον ἢ τῷ φρονεῖν πεπιστευκότες, ὃ μεταξὺ τῆς ἀληθείας ἐστὶ καὶ τοῦ ψεύδους, πολὺ τῆς τῶν ὄντως ὄντων θέας ἐξηπατήθησαν. ὅθεν εἰ παρείης, ὦ Ἀρετή, πληρωθέντος ἤδη μοι τοῦ λόγου, ὃν αὐτὴ προσέταξας, δέσποινα, ῥηθῆναι, πειράσομαι δὴ συναγωνιζομένης σου καὶ συμπνεούσης πρὸς τοὺς χαλεπαίνοντας καὶ ἀμφισβητοῦντας, ὡς οὐκ ἀληθῆ λέγομεν αὐτεξούσιον εἶναι φάσκουσαι τὸν ἄνθρωπον, διευκρινήσασθαι ὅτι σφῇσιν ἀτασθαλίῃσιν ὑπέρμορον ἄλγε᾿ ἔχουσιν, αἱρούμενοι τὰ ἡδέα πρὸ τῶν συμφερόντων. ΑΡΕΤΗ. Ἀλλὰ παρίημι καὶ συναγωνίζομαι· τελέως γὰρ ὁ λόγος κεκοσμήσεται καὶ τούτων προσαφθέντων.