Ancient Greek · ~7 min
Λόγος α΄. Μάρκελλα.
Methodius, Symposium Sive Convivium Decem Virginum 2
Not analysed yet
Μεγάλῃ γὰρ ἀληθῶς ὑπερβολῇ τὸ τῆς παρθενίας ἀνθρώποις ἀπ᾿ οὐρανῶν κατεπέμφθη φυτόν, καὶ διὰ τοῦτο ταῖς πρώταις οὐχ άπεκαλύφθη γενεαῖς. ἒτι γὰρ ὁ ἂνθρωπος ὀλιγοστὸς ἦν, καὶ ἐχρῆν εἰς πλῆθος πρῶτον αὐτὸν αὐξήσαντα τελειωθῆναι. διὸ δὴ καὶ τὰς σφετέρας ἀδελφὰς οἱ παλαιοὶ λαμβάνοντες γυναῖκας οὐδὲν ἠσχημόνουν, μέχρι νόμος ἐλθὼν διεστείλατο καἰ τὸ πρότερον δοκοῦν εἶναι καλὸν ἀπαγορεύσας ἁμαρτίαν ἀπεφήνατο, »ἐπικατάρατον. «καλῶν »τὸν ἀποκαλύπτοντα τὴν άσχημοσύνην τῆς ἀδελφῆς αύτοῦ«, τοῦ θεοῦ κατὰ καιρὸν καὶ καιρὸν τὴν ἁρμόζουσαν ἡμῶν τῷ γένει σπουδαίως προσφέροντος φέροντος ὢσπερ δὴ καὶ οἱ πατέρες τοῖς υἱοῖς. οὐ γὰρ εὐθέως ἄνωθεν ἐπιστατοῦσι τοὺς παιδαγωγούς, ἀλλὰ τὴν παιδικὴν ἡλικίαν ἐάσαντες ἀθύρεσθαι μοσχαρίων δίκην, πρῶτον εἰς διδασκάλων συμψελλιζόντων ἀποστέλλουσιν, ἒστ᾿ ἂν ἀποβαλόντες τὴν μειρακιώδη τρίχα τοῦ νοῦ εἰς τὴν τῶν μειζόνων μαθημάτων ἄσκησιν παραπεμφθῶσι κἀκεῖθεν αὐθις εἰς τὴν τῶν ἔτι μειζόνων. ταύτῃ γὰρ καὶ θεὸν καὶ πατέρα τῶν ὃλων ἡγητέον προσηνέχθαι τοῖς πρὸ ἡμῶν. ἒτι γὰρ ὁ κόσμος ἀνθρώπων ἀπλήρωτος ὢν ὡς νήπιος ἠν, καὶ ἐχρῆν αὐτὸν εἰς πλῆθος πρότερον ἐκ τούτων ἀνδρωθέντα πληθυνθῆναι. ἀλλ’ ὅτε λοιπὸν ἀπὸ περάτων ἐπὶ πέρατα κατῳκίσθη, τῆς εἰς ἂπειρον κεχυμένης, οὐκέτι τοῖς αὐτοῖς ἐπιμένειν τὸν ἄνθρωπον ἐπέτρεπεν ὁ θεός, σκοπῶν ὅπως ἀπὸ τῶνδε εἰς μεταβαίνοντες πλησιαίτερον προκόπτωσιν ἔρχεσθαι τῶν μέχρις ἂν εἰς αὐτὸ τὸ μέγιστον μάθημα καὶ κορυφαιότατον τὴν παρθενίαν φθάσαντες τελειωθῶσιν, ἀπὸ τῆς ἀδελφομιξίας ὀδεύσαντες πρῶτον εἰς τὸ ὀθνείας ἐπάγεσθαι γαμετάς, κἀκεῖθεν εἰς τὸ μηκέτι πολλαῖς ἐπιβαίνειν τετράποδος νόμῳ, καθάπερ εἰς ὀχείαν γεγονότας, κἀντεῦθεν εἰς τὸ μὴ μοιχοὺς γεγονέναι, καὶ av πάλιν εἰς σωφροσύνην, καὶ ἀπὸ σωφροσύνης εἰς παρθενίαν, ἒνθα μελετήσαντες τῆς σαρκὸς ὐπερφρονεῖν εἰς τὸν τῆς ἀφθαρσίας εὒδιον ἀφόβως ὁρμίζονται χῶρον.