Ancient Greek
Λόγος γ΄. Θάλεια.
Methodius, Symposium Sive Convivium Decem Virginum 2-3
Not analysed yet
Μὴ κινείτω δέ σε, εἰ περὶ ἑτέρων διαλεγόμενος εἰς ἓτερα μεταπηδᾷ, ὣστε νομίζειν ἀνμιγνύναι καὶ παρεμβάλλειν αὐτὸν ἀνόμοια τοῖς προκειμένοις, παρεκβαίνοντα τοῦ σκἐμματος, ωοσλερ ὴ καὶ νῦν. τὸν περὶ τῆς ἁrνείας γὰρ ἐθελήσος, ὡς εἰκός, μεμsλημένως αὐτῷ κρατυνθῆναι λόγον, προδιορθοῦται πρότερον τὴν ἐπιχείρησιν, τῷ λειοτέρῳ τῆς φράσεως ἀρχόμενος τύπῳ ὁ γάρ τοι χαρακτὴρ αὐτῷ τῶν λόγων, ποικιλώτατος ὢν καὶ κατὰ παραύξησιν ἐξειργασμένος, ἄρχεται μὲν ἐπιπολαιότερον, προχεῖται δὲ εἰς τὸ ὑφηλότερον καὶ μεrαλοπρεπἐς· εἶτ᾿ αὖθις εἰς βαθύτητα μεταβάλλων ὁτὲ μὲν εἰς τὸ ἁπλούστερον καὶ ἀφελές, ὁτὲ δὲ εἰς τὸ δεινότερον καταλήγει καὶ λεπτόν, οὐδὲν ἀλλότριον ἐπεισάγων τῶν κεφαλαίων ταῖς ἐξαλλαγαῖς, ἀλλὰ πάντα κατά τινα θαυμαστὴν οἰκειότητα συμχεριγράφων εἰς ἕν τὸ προκείμενον αὐτῷ σκέμμα τῆς ὑποθέσεως ἀπεργάζεται. ἀνδρειότερον γὰρ ἀνακαλύψαι τὸν νοῦν τῶν κατὰ τὸν ἀπόστολον ἐπιχειρημάτων, οὐδὲν τῶν ἒμπροστθεν ἐιρημένων ἀποκρουομένην. ἱκανῶς γὰρ κἀκεῖνά μοι διεξεληλυθέναι καὶ λαμπρῶς δοκεῖς, ἀκινδυνότερον, ὦ Θεοφίλα, τὰ ῥήματα τῆς γραφῆς, ὡς εἶχεν, ἐπεξεργασαμένη. σφαλερὸν γὰρ πάντῃ καταφρονεῖν τῶν κειμένων, ὡς εἲρηται, μάλιστα τῆς Γενέσεως ἒνθα ἀποφάσεις ἀπαράλλακτοι φέρονται τοῦ θεοῦ εἰς τὴν σύστασιν τοῦ παντός, αἷς ἡρμοσμένως εἰσέτι καὶ νῦν κάλλιστα κατὰ μέτρον τέλειον ἀπευθύνεται τελείως ὁ κόσμος, ἒστ᾿ ἂν αὐτὸν πάλιν αὐτὸς ὁ διακοσμήσας κοσμήσας ἀναστοιχειῶσαι ἀναστοιχειῶσαι βουληθεῖς ἑτέρῳ διατάγματι τοὺς πρώτους τῆς φύσεως ἀναλύσῃ θεσμούς. ἀλλ ἐπειδὴ οὐ χρὴ ἀνεξέλεγκτον καὶ ὣσπερ ἐξ ἡμισείας χωλὴν τὴν ἀπόδειξιν τοῦ λόγου καταλεῖψαι, φέρε δὴ καὶ τὴν κατ᾿ ἀναγωγὴν αὐτῷ συζυγίαν ἀποδῶμεν ἡμεῖς βαθύτερον ἐπισκεψάμεναι τὴν γραφήν. οὐ γὰρ <τοῦ Παύλου> καταφροντέον τοῦ ὑπεραναβαίνοντος τὸ ῥητὸν καὶ εἰς τὸν Χριστὸν αὐτὸ συντείνειν καὶ εἰς τὴν ἐκκλησίαν ἀποφηναμενου.