Ancient Greek
Λόγος ς΄. Ἀγάθη.
Methodius, Symposium Sive Convivium Decem Virginum 2-6
Not analysed yet
Ἐὰν οὖν ἀμόλυντον τοῦτο τηρήσῃ τις τὸ κάλλος καὶ ἀσινὲς καὶ τοιοῦτον, ὁποῖον αὐτὸς ὁ συστησάμενος αὐτὸ καὶ ζωγραφήσας ἀπετύπωσε, τὴν αἰώνιον ἀπομιμησάμενος φύσιν καὶ νοητήν ,ἧς καὶ χαρακτήρ ἐστιν ὁ ἄνθρωπος καὶ ἀπεικόνισμα, γεγονὼς οἶον ἄγαλμά τι περικαλλέστατον καὶ ἱερόν, ἐντεῦθεν μετενεχθεὶς εἰς τὴν μακάρων πόλιν τοὺς οὐρανούς, ὥσπερ ἐν ναῷ κατοικισθήσεται. ἄχραντον τὸ κάλλος ἡμῶν ἄριστα τηρεῖται τότε καὶ ἀσφαλῶς, ὁπόταν δὴ παρθενίᾳ σκεπόμενον ὑπὸ τοῦ καύσωνος ἔξωθεν μὴ μελαίνηται τῆς φθορᾶς, ἀλλ’ αὐτὸ ἐφ’ ἑαυτοῦ μένον δικαιοσύῃ κοσμῆται, νυμφαγωγούμενον τῷ υἱῷ τοῦ θεοῦ· ὄν τρόπον δὴ καὶ αὐτὸς εἰσηγεῖται, χρῆναι παραινῶν ὥσπερ ἐν λαμπάσιν >ταῖς σφετέραις σαρξὶ τὸ φῶς ἄσβεστον ἀνακαίεσθαι τῆς ἡγνείας, ἐπειδήπερ ὁ τῶν δέκα παρθένων ἀριθμὸς τὰς εἰς Ἰησοῦν πεπιστευκυίας ἀναμετρεῖσθαι βούλεται ψυχάς, τῷ ݲ τὴν ἀπευθύνουσαν μό νην ὁδὸν εἰς τοὺς οὐρανοὺς ἀποτυπούμενος. ἀλλ’ αἱ μὲν πέντε ἔμφρονες ἐτύγχανον ἄρα καὶ σοφαί, αἱ δὲ πέντε »μωραὶ« καὶ ἄσοφοί τινες· οὐ γὰρ ἐπρομηθεύσαντο ἐλαίου σφῶν τὰ ἀγγεῖα πλήρη παρασκευάσαι, δικαιοσύνης ἀπομείνασαι κεναί. αἰνίσσεται γὰρ διὰ τούτων τὰς ἐπὶ πέρατα παρθενίας έπισπερχομένας ἐλθεῖν καὶ πάντα εἰς τὸ συμπληρωθῆναι τὸν ἔρωτα τοῦτον κοσμίως δρώσας καὶ σωφρόνως, καὶ τὰς ἐπαγγελλομένας μὲν καἰ σεμνυνομένας τοῦτο σκοπεῖν, ὀλιγωρούσας δὲ καὶ ἡττωμένας τοῦ κόσμου ταῖς ἐξαλλαγαῖς καὶ ὤσπερ σκιαγραφούσας μᾶλλον εἴδωλον ἀρετῆς ἢ αὐτὴν ἐργαζομένας ἔμπνουν τὴν ἀλήθειαν.